Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.33 Dem. 4.36 (English) >>Dem. 4.39

4.35καίτοι τί δήποτʼ, ἄνδρες Ἀθηναῖοι, νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τʼ ἰδιῶται οἱ τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς τοσαῦτʼ ἀναλίσκεται χρήματα, ὅσʼ οὐδʼ εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδʼ εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δʼ ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν καιρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς Παγασάς, τὸν εἰς Ποτείδαιαν; 4.36ὅτι ἐκεῖνα μὲν ἅπαντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ τίς χορηγὸς γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέταστον οὐδʼ ἀόριστον ἐν τούτοις ἠμέληται· ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτα, ἀδιόρθωτα, ἀόρισθʼ ἅπαντα. τοιγαροῦν ἅμʼ ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτʼ ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας, 4.37 εἶτʼ αὐτοὺς πάλιν, εἶτʼ ἀντεμβιβάζειν, εἶτʼ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλεν τὸ ἐφʼ ἂν ἐκπλέωμεν· τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθʼ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τʼ οὖσαι ποιεῖν ἐπʼ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. δʼ εἰς τοῦθʼ ὕβρεως ἐλήλυθεν ὥστʼ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς.Ἐπιστολῆς Ἀνάγνωσις



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.33 Dem. 4.36 (English) >>Dem. 4.39

Powered by PhiloLogic